Κυριακή 23 Ιουνίου 2019

ΕΓΚΩΜΙΩΝ ΩΔΗ (2)

ΣΤΑΣΙΣ Α΄
Ἧς τήν ἀρχήν ποιεῖ θυμιῶν ὁ Ἱερεύς.

  ζωὴ ἐν τάφῳ κατετέθης Ἁγνὴ
καὶ θανάτῳ σου τὸν κόσμον ἐφαίδρυνας
καὶ ἐπήγασας ἀνθρώποις χαρμονήν. (Δὶς)

Δεῦρο πᾶσα κτίσις τῇ ἀχράντῳ Μητρὶ
ἐξοδίους νῦν ᾠδάς ἀναμέλψωμεν
ἀνυμνοῦντες τὴν μετάστασιν αὐτῆς.


κετεύομέν Σε, Θεοτόκε ἁγνή,
ταῖς πρεσβείαις σου ρυσθῆναι τοὺς δούλους Σου,
ἐκ κινδύνων καὶ παντοίων πειρασμῶν.

Σὺ δοχεῖον, Κόρη, ἐκλογῆς τὸ τερπνὸν
τοῦ ἀστέκτου πλαστουργοῦ ἐχρημάτισας,
Σὺ Παράδεισος ἐδείχθης λογικός.

Τὴν ζωὴν τῶν πάντων πρὸς ζωὴν ἀληθῆ
μεταβαίνουσαν, πιστοὶ ἀνυμνήσωμεν,
μελωδοῦντες τὴν ᾠδὴν χαρμονικῶς.

 χαρὰ τῆς Εὒας, ἡ ἐλπὶς τοῦ Ἀδάμ,
ἡ παγκόσμιος χαρὰ μετατίθεται
ἀπὸ γῆς πρὸς τὴν ἀέναον ζωήν.

Νικητὴν τεκοῦσα τοῦ θανάτου, Ἁγνή,
ἱλαστήριον θερμὸν κόσμου γέγονας
εὐσπλαχνίας τε ἡ ἄφθονος πηγή.
ς νεκρὰν θρηνοῦντες τὴν πηγὴν τῆς ζωῆς,
τὴν μετάστασιν αὐτῆς ἑορτάσωμεν
ἀνυμνοῦντες ἐγκωμίων τὴν ᾠδήν.

Δυνηράν, βεβαίαν, ἐν κινδύνοις πιστοὶ,
Θεοτόκε, σὲ κατέχομεν ἄγκυραν
ἐν πελάγοις χειμαζόμενοι δεινῶς.

 παστὰς τοῦ Λόγου, ὁ κοιτὼν ὁ ἁγνός,
ἡ ἀπείρανδρος Παρθένος καὶ ἄμωμος
νῦν ἀπαίρῃ ἀφ’ ἡμῶν εἰς οὐρανούς.

Νυμφοστόλον Κόρην, θλιβομένων χαρὰν
παρακλήσεως λιμένα καὶ βέβαιον
Σὲ ἀνύμνησαν ᾠδῶν οἱ ποιηταί.

Τοῦ παντὸς κυρία, Θεομῆτορ ἁγνή,
ἡ βαστάσασα ἀγκάλαις τὸν Κύριον,
πλατυτέρα Σὺ ἐδείχθης οὐρανῶν.

λιόμορφὸν Σε Βασιλίδα, ἁγνή,
τῶν ἀγγέλων καὶ ἀνθρώπων ἀνύμνησεν
ὁ Δαυΐδ ἐν τῷ βιβλίῳ τῶν ψαλμῶν.

Θεομῆτορ Κόρη, φωτοδόχε λαμπάς,
ἡ ὁλόφωτος Νεφέλη νῦν φώτισον
τοὺς ὑμνοῦντας σου τὴν κοίμησιν φαιδρῶς.

πενδύτης, Μῆτερ, τοῦ λαοῦ σου λαμπρὸς
καὶ χαράκωμα στερρὸν καὶ κραταίωμα,
καταφύγιον ἐδείχθης ἱερόν.

Οἰκουμένης πάσης, οὐρανοῦ τε καὶ γῆς
Σὲ κειμήλιον τὸ μέγα γνωρίζομεν,
Ἐκκλησίας ἐγκαλλώπισμα τερπνόν.

Τιμῶμεν Σε, Κόρη, κατὰ χρέος πιστοί,
ἀνυμνοῦμεν σου τὴν κοίμησιν, ἄνασσα,
καλλονὴ τοῦ Πατριάρχου Ἰακώβ.

Οὐρανῶν γαστήρ σου πλατυτέρα, σαφῶς,
ἀνεδείχθη, Θεοτόκε, ἡ ἄσπιλος,
τὸν ἀχώρητον χωρήσασα Θεόν.

Καὶ νεκροῦται ὄντως ἡ πηγὴ τῆς ζωῆς,
καὶ ἡ Μήτηρ τοῦ Θεοῦ τάφῳ κείτεται,
ἀποροῦσι οὐρανὸς τε καὶ ἡ γῆ.

 μύρον, Παρθένε, πολυτίμητον Σὺ
καὶ θυμίαμα τερπνὸν τε καὶ εὔοσμον
αἰσθητήρια εὐφραῖνον τῶν πιστῶν.

γαθήν, ἁγίαν καὶ ἁγνὴν οἱ πιστοὶ
μακαρίζομεν ἀεὶ Σὲ τὴν ἄφθορον
καὶ ἀμόλυντον μητέρα τοῦ Θεοῦ.


κ περάτων πάντων Ἀποστόλων χορὸς
μεταρσίως συνεθροίσθη τῇ κλίνῃ σου
καὶ ἐκήδευσεν τὸ σῶμα τὸ σεπτόν.

ατρεῖον, Μῆτερ, οἱ νοσοῦντες δεινῶς
ἐν τῇ σκέπῃ τῇ ἁγίᾳ Σου εὓρομεν
νοσημάτων ἰαθέντες καὶ φθορᾶς.

νεδείχθης, Κόρη, νοητὸς οὐρανὸς
τὸν ἀχώρητον γαστρί σου χωρήσασα,
ἐν ἀγκάλαις δέ τὸν κτίστην καὶ Θεόν.

Λυχνίαν σε εἶδον οἱ προφῆται τὸ πρὶν
τὴν βαστάσασαν τὸν λύχνον τὸν ἄδυτον,
τὴν τεκοῦσαν τε τὸν Ἥλιον, ἁγνή.

κκλησίας ὤφθης Σὺ κογχύλη θερμή,
ἐξ αἱμάτων σου πορφύραν ἡ βάψασα
τῷ δυνάμεων τῶν ἄνω Βασιλεῖ.

Ξένον εἶ τὸ θαῦμα, Θεομῆτορ, ἐν Σοί,
πῶς ἐν τόκῳ ὄντως ἔμεινας ἄφθορος,
μετὰ τόκον δέ παρθένος ὡς τό πρίν.

ληθῶς σὲ εἶδον οἱ προφῆται τὸ πρὶν
κιβωτὸν τὸν θησαυρὸν περιέχουσαν,
χρυσωθεῖσαν τε τῷ Πνεύματι, Ἁγνή.


Ναὸν Σὲ κατεῖδον οἱ Πατέρες ἡμῶν
Θεοχώρητον, Ἁγνή, καὶ Παλάτιον,
Βασιλέα τὴν χωρήσασαν παντός.

Δακρυρρόους θρήνους, Θεομῆτορ, ἁγνή,
οἱ Ἀπόστολοι ἐβόων τῇ κλίνῃ σου:
μὴ ἡμᾶς ἐγκαταλίπῃς ὀρφανούς.

Ρωμαλαῖον πνεῦμα δὸς ἡμῖν καὶ ἰσχὺν
τοῦ συντρίψαι νῦν βλασφήμους γλωσσάλγους τε
τὴν λοχείαν σου τυποῦντας ἀσεβῶς.

ΔΟΞΑ
ρος εἶ τὸ Μέγα, θεοβάδιστον Σύ,
Σὺ καὶ κλίμαξ ἐπουράνιος, Ἄχραντε,
ἣν κατέβη ὁ Υἱὸς ὁ τοῦ Πατρός.

ΚΑΙ ΝΥΝ
Σεμνοτέραν πάντων τῶν ἁγίων, Σεμνή,
Χερουβεὶμ καὶ Σεραφείμ, ἀνυμνοῦμεν Σε,
οἱ τιμῶντες νῦν τὴν μνήμην σου σεπτῶς.

καί πάλιν το πρῶτον
  ζωὴ ἐν τάφῳ κατετέθης Ἁγνὴ
καὶ θανάτῳ σου τὸν κόσμον ἐφαίδρυνας
καὶ ἐπήγασας ἀνθρώποις χαρμονήν.

Συναπτή μικρά καί ἐκφώνησις  «Ὃτι σύ εἶ ὁ Θεός . . .» 




       ΣΤΑΣΙΣ Β΄
Ἧς τήν ἀρχήν ποιεῖ θυμιῶν ὁ Ἱερεύς.

ξιόν ἐστι τοῦ δοξάζειν Σε τὴν Θεοτόκον
τὴν ἀπὸ τῆς γῆς εἰς οὐράνια
μεταστᾶσαν πρὸς τὴν ἄληκτον ζωήν.  (Δὶς)

Δάνος εἶ Θεοῦ, Σὺ καὶ γέφυρα ἐκ τοῦ θανάτου
πάντας πρὸς ζωὴν ἡ μετάγουσα,
Θεοτόκε, τοὺς ὑμνοῦντας Σε πιστῶς.

ρος Σὺ ἁγνή, ἀλατόμητον, τετυρωμένον,
ὂρος θεοβάδιστόν, ἅγιον,
ὂρος μέγα, ὂρος πίον καὶ σεπτόν.

Μύρον ἀληθῶς τὸ πολύτιμον ἐδείχθης, Κόρη,
τὰς ψυχάς εὐφραῖνον, Πανάμωμε,
τῶν ὑμνούντων σου τὴν Κοίμησιν φαιδρῶς.

ψαλλον χοροὶ τῶν ἀγγέλων ἐν τῇ σῇ νεκρώσει,
καὶ ἐν εὐφροσύνῃ αἰνοῦσί Σε
τῶν ἀνθρώπων ἐπὶ γῆς αἱ γενεαί.

Νῖκος ἀληθῶς Ὀρθοδόξων εἶ καὶ προστασία,
καὶ κινδύνοις βέβαιον στήριγμα
ἀνεδείχθης, Θεοτόκε, τοῖς πιστοῖς.

Οἶκος τοῦ Θεοῦ καὶ Παλάτιον Παμβασιλέως,
Θεοτόκε ὤφθης, τερπνότατον
Θεὸν Λόγον δεξαμένη ἐν γαστρί.

σμεν φωτισμὸν καὶ χαρὰν Σε θλιβομένων, Μῆτερ,
Σὲ χαρᾶς δοχεῖον ἀνύμνησεν
καὶ θυμίαμα καὶ μύρον Ἰωσήφ.

Πάντες οἱ πιστοὶ μεγαλύνουσί Σε ὀρθοδόξως
καὶ τῇ σῇ κοιμήσει ἀγάλλονται
νῦν τὰ σύμπαντα καὶ πάντες οὐρανοί.

δρυσιν φωτός, φωτοδότην Ἥλιον τεκοῦσαν,
Πύλην Σὲ σωτήριον ὕμνησε
τῶν ἁγίων ὑμνογράφων ὁ Χορός.

Στάμνον τὴν χρυσῆν προκατήγγειλόν Σε οἱ Προφῆται,
θεῖοί  τε πατέρες ἐκήρυξαν,
τὴν φυλάξασαν τὸν ἄρτον τῆς ζωῆς.

Τράπεζαν σαφῶς, τὴν βαστάσασαν τὸν θεῖον ἄρτον
εἶδον Σε προφῆται τῷ Πνεύματι,
καὶ ἐξύμνησαν πατέρες ἐν ᾠδαῖς.

ρθρος εἶ καὶ φῶς, ἡ τὸν Ἥλιον ἡμῖν τεκοῦσα
Σὺ τὸ σκότος λύσασα, Ἄχραντε,
καὶ δαιμόνων ἐκμειώσασα ἰσχύν.

ασιν καὶ φῶς, καὶ χαρὰν τῶν θλιβομένων, Κόρη,
φωτεινὴν Νεφέλην ἀνύμνησεν
στύλον πύρινον καὶ Ὄρθρον Ἰωσήφ.

Κλίμαξ πρὸς ἡμᾶς, ἣν κατέβη τοῦ Πατρὸς ὁ Λὸγος
ἀληθῶς ἐδείχθης Πανάμωμε,
ὡς προεῖδε Σε τὸ πάλαι Ἰακώβ.

μπελος εἶ Σύ, ἡ βλαστήσασα τὸν θεῖον βότρυν
τὰς ψυχάς ἁπάντων εὐφράναντα
καὶ δωρήσαντα τῷ κόσμῳ τὴν ζωήν.

σμεν χώραν Σέ, τὴν ἀνήροτον τὸν θεῖον στάχυν
τοῖς πιστοῖς βλαστήσασαν, Δέσποινα,
ἐξ οὗ ζήσομεν φαγόντες οἱ θνητοί.

Θρόνος ἀληθῶς τοῦ Ὑψίστου Σὺ ἐδείχθης, Κόρη,
μητρικαῖς ἀγκάλαις χωρήσασα
τὸν ἀχώρητον τῷ σύμπαντι Θεόν.

Ρῆμα ἀληθῶς τῆς λοχείας σου ἔδειξε βάτος,
ὡς ἐκείνη ἔμεινας ἄφλεκτος
τῷ ἀστέκτῳ τῆς Θεότητος πυρί.

λιος ἐκ Σοῦ ἀνατέταλκεν, ἁγνὴ Παρθένε,
τῆς δικαιοσύνης ὁ ἄδυτος,
οὗ τῷ θρόνῳ μεταβέβηκας Σεμνή.

Νήνεμος λιμήν, Σὺ ὑπάρχεις τοῖς χειμαζομένοις
καὶ ὀλκάς καὶ θύρα σωτήριος
καὶ ὀχύρωμα τοῖς δούλοις σου, ἀεί.


ντως Σε νεκράν, οἱ Ἀπόστολοι ἰδόντες, Κόρη,
τὴν ἐν τόκῳ Ἃδην νεκρώσασαν,
διηπόρουν τὸ μυστήριον τὸ Σόν.

Νέαν ἀληθῶς, Σὲ ἀνήγγειλον προφῆται Πόλιν,
ἣν ὁ Λόγος ᾢκησεν ἄχραντε
σαρκωθῆναι βουληθείς ὑπὲρ ἡμῶν.

Θύρα τοῦ σεπτοῦ μυστηρίου ἀνεδείχθης Κόρη
σωτηρίας εἴσοδος, ἄχραντε,
σωζομένων ταῖς πρεσβείαις σου ἀεί.

θνος τοῦ Ἀδὰμ ἠλευθέρωται τῇ σῇ κυήσει
τῇ δέ Σου κοιμήσει εὐφραίνονται
αἱ οὐράνιαι ἀγγέλων στρατιαί.

ντως Σὺ ἁγνή, Μητροπάρθενος ἐφάνης, Κόρη,
σὴν γαστέρα ἴσμεν θεόδεκτον
δεξαμένην τῆς Θεότητος τὸ πῦρ.

Δέσποινα ἁγνή! ἡ βεβαία ἐλπὶς ἀπηλπισμένων
τεῖχος  ἀπροσμάχητον, ἄρρηκτον,
ἐν τῇ Σκέπη Σου περίσωζε ἡμᾶς.

νησις ἡμῖν ἡ σή κοίμησις Ἁγνὴ Παρθένε,
σὸς γὰρ τάφος κόσμου τὸ ἴαμα
ἀνεδείχθη ἀληθῶς, Μῆτερ Θεοῦ.


Ράβδον Ἀαρών, τὴν βλαστήσασαν τῆς ἀφθαρσίας
τὸν γλυκύν καρπὸν, ζωηφόρον τε
Σὲ ἀνύμνησαν ᾠδῶν οἱ ποιηταί.

σμεν Σε, ἁγνὴ, ἱλαστήριον θερμὸν καὶ τόπον,
τοῦ Θεοῦ τῆς δόξης ἁγίασμα,
καλλονὴν τοῦ Πατριάρχου Ἰακώβ.

Δένδρον ἀληθῶς ἀγλαόκαρπον Σὺ Θεοτόκε,
τῆς ζωῆς καρπόν τήν βλαστήσασα
καὶ εὐφράνασα τὰ πλήθη τῶν πιστῶν.

   ΔΟΞΑ
κουσέ Σε πρὶν ὁ γεννήτωρ ἐν τῷ Παραδείσῳ
Πάτερ, Λόγε, Πνεῦμά τε Ἅγιον
καὶ ἐκρύβη ἀκρασίᾳ τῆς τροφῆς.

ΚΑΙ ΝΥΝ
Σκήνωμα Θεοῦ σκεῦος ἅγιον, ἁγνὴ Παρθένε
Σκήνωμα τοῦ Λόγου, τὸ ἄχραντον,
Ἐκκλησίᾳ κατασκήνωσον ἀεί.

καί πάλιν το πρῶτον
ξιόν ἐστι τοῦ δοξάζειν Σε τὴν Θεοτόκον
τὴν ἀπὸ τῆς γῆς εἰς οὐράνια
μεταστᾶσαν πρὸς τὴν ἄληκτον ζωήν. 


Συναπτή μικρά καί ἐκφώνησις  «Ὃτι ἃγιος. . .»  
                                ΣΤΑΣΙΣ  Γ΄
Ἧς τήν ἀρχήν ποιεῖ θυμιῶν ὁ Ἱερεύς.

Αἱ  γενεαὶ πᾶσαι
ὕμνον τῇ ταφῇ σου
προσφέρουσι, Παρθένε.

νωθεν προφῆται
ἐκήρυξαν, ὦ Μῆτερ,
θεῖα σου μεγαλεῖα.

Βλέψαντες τῇ κλίνῃ
νεκρὰν Σὲ Θεοτόκε
Ἀπόστολοι ἐθρήνουν.

Γέφυρα ἐστήθης
Γεσθημανῇ χωρίῳ
ἄγουσα εἰς τὰ ἄνω.

Δεῦρο πᾶσα κτίσις
θρῆνον τῇ Παρθένῳ
προσοίσωμεν προφρόνως.

νδροσος εἶ πόκος,
ὃν Γεδεών, Παρθένε,
προεῖδέ σε σημεῖον.

Ζωῆς Μητέρα ἴσμεν·
ζωὴν ἡμῖν παράσχου
τοῖς ἐν δεινοῖς θανοῦσι.
 Θεοδόχος Κόρη
εἰς χεῖρας τοῦ Υἱοῦ σου
σήμερον ἀναπαύῃ.

Θύραν σωτηρίας
καὶ ἄγκυραν ἐλπίδος
κατέχομέν Σε, Κόρη.

ατρεῖον, Μῆτερ,
ὁ τάφος Σου ἐδείχθη
τοῖς ἐν δεινοῖς νοσοῦσι.

Κόχλος εἶ ἁγία
τὸν θεῖον μαργαρίτην
προαγαγοῦσα, Κόρη.

Λουτὴρ τῆς Ἐκκλησίας,
ἐκπλύνων συνειδήσεις,
καθάρισον σοὺς δούλους.

Μεσίτρια καὶ πρέσβις
ἡμῶν, τῶν Σὲ ὑμνούντων,
γενοῦ πρὸς τὸν Υἱόν Σου.

Νεφέλη τοῦ ἀδύτου
φωτὸς ἐδείχθης, Κόρη,
φωτίζουσα τὸν κόσμον.


Ξένον Σου τὸ θαῦμα·
πῶς τάφῳ κατετέθης
πάσης ζωῆς ἡ Μήτηρ;

χύρωμα καὶ τεῖχος
τῶν Σὲ τιμώντων, Μῆτερ,
ἀπόρθητον ὑπάρχεις.

Παστὰς τοῦ Λόγου ὤφθης,
ἀμόλυντε Παρθένε,
θησαύρισμα καὶ σκεῦος.

Ράβδον Σὲ ὑμνοῦμεν
βλαστήσασαν τῷ κόσμῳ
ἄνθος τῆς ἀφθαρσίας.

Σκέπη Σὺ τοῦ κόσμου
σκέπασον σοὺς δούλους
σκέπῃ σου τῇ ἀρρήκτῳ.

Τεῖχος εἶ, Παρθένε,
τῶν Σὲ πιστῶς τιμώντων,
καταφυγῆς, ἁπάντων.

πέρμαχος ἐφάνης
τοῦ ἡμετέρου Γένους
ἐν τοῖς κινδύνοις, Μῆτερ.


Φύλαξ Σὺ τῶν πάντων
φύλαττε Παρθένε
ἡμᾶς τούς Σὲ ὑμνοῦντας.

Χωρίον τοῦ Ὑψίστου
δοχεῖον τοῦ ἀστέκτου
ἡμᾶς ποῦ καταλείπεις;

Ψάμμος καὶ τῆς θαλάσσης
ἡττᾶται μετρηθῆναι
πλήθει τῶν οἰκτιρμῶν Σου.

 Δέσποινα τοῦ κόσμου,
Δεσπότην ἡ τεκοῦσα,
πῶς τάφῳ νῦν πορεύῃ;

σχύρωσόν μου γλῶτταν
ὑμνεῖσαι Θεοτόκε
πλήθη τῶν ἀρετῶν Σου.

ρραναν τὸν τάφον,
ὡς ἄλλαι μυροφόροι,
Ἀπόστολοι ἐν μύροις.

(Τοῦτο ἐπαναλαμβάνεται, ἓως οὗ ὁ Ἱερεύς ρανεῖ τόν λαόν.)

Ράβδος εἶ Παρθένε
θεόβλαστος ἐκ ρίζης
Δαυΐδ τοῦ Βασιλέως.
ρος μέγα, οἶκος,
ὀλκάς χειμαζομένων
ἡμῖν ἐδείχθης Κόρη.

Ψυχοστόλε νύμφη
ψυχάς τῶν σὲ ὑμνούντων
ὁδήγησον Υἱῷ Σου.

κήρατε Παρθένε,
ἀμόλυντε, ἁγία,
ἁγίασον σοὺς δούλους.

Λιμὴν ἡμῖν γενοῦ τε
Λαμπάς, Λουτήρ, Λυχνία,
τοῖς ἀδυνάτοις, Μῆτερ.

Τεῖχος εἶ Παρθένων,
Παρθένε, τεῖχος μέγα
ἀπόρθητον Σὺ ὄντως.

              ΔΟΞΑ
γίασας τὸν κόσμον
Πατήρ, Υἱὸς καὶ Πνεῦμα
Μητρὸς τῇ μεταστάσει.

            ΚΑΙ ΝΥΝ
Σκήνωμα τοῦ Ὑψίστου
Σκηνὴ τῆς θείας δόξης
Φύλαττε τὸν λαόν Σου.
καί πάλιν το πρῶτον
Αἱ  γενεαὶ πᾶσαι
ὕμνον τῇ ταφῇ σου
προσφέρουσι, Παρθένε.