Τετάρτη 25 Μαΐου 2022

7. Η ΜΕΓΑΛΗ ΒΟΥΛΗ ΤΟΥ ΘΕΟΥ - ΕΓΚΩΜΙΩΝ ΩΔΗ ΚΑΙ ΙΚΕΣΙΑ ΑΜΑ

  

 

Ἡ « Ἐγκωμίων Ὠδή » εἰς τήν Ὑπεραγίαν Θεοτόκον προβάλλει τό ἔργο καί τήν συμβολή τῆς Θεομήτορος στήν ὁλοκλήρωση καί ἐφαρμογή τῆς μεγάλης βουλῆς τοῦ Θεοῦ. Ἀπό τή Θεία Πρόνοια ἐξελέγη καί προητοιμάσθη τό ἱερό σκεῦος, ἡ Θεοτόκος, ἡ ὁποία ἀντιπροσωπεύει ὅλο τό ἀνθρώπινον γένος μέσα στο Θεῖο Σχέδιο, τή Μεγάλη Βουλή τοῦ Θεοῦ.

 

Ἡ Προσωπικότητα, οἱ ἀρετές, πρό πάντων ὅμως τό ἔργο τῆς Θεμήτορος προβάλλονται στίς 98 στροφές τοῦ ποιήματος, μέ τρόπο λιτό καί ἁπλό, ὥστε νά γίνονται τα ψαλλόμενα καί εὐχάριστα καί εὔληπτα. Το εἶδος τῆς ποιήσεως καί ὁ τρόπος ἔκφρασης τοῦ ποιήματος, « ἐγκωμίων ὠδή » εἶναι πρωτότυπο, διάφορο ἀπό αὐτό τῆς ὑμνολογίας μας, ὁ ἦχος ὅμως καί ὁ ρυθμός ἀπόδοσης του εἶναι καθαρά βυζαντινός. Μέτρο ἐπίσης τοῦ ποιήματος ἐπιλέξαμε τό μέτρο τοῦ εἱρμοῦ, κατ΄ ἀπομίμηση τῶν κανόνων τῆς ὑμνολογίας μας ὅπου ὁ εἱρμός εἶναι ὁ ὁδηγός καί τό κυρίαρχο στοιχεῖον κάθε ἔργου τοῦ εἴδους. Ἔτσι, ἄν ὁ ἀναγνώστης μάθει νά ψάλλει μόνο τήν πρώτη στροφή, μπρεῖ νά ψάλλει ἄνετα ὅλο τό ποίημα μέ τίς 98 στροφές του.

Μέ τήν « Ἐγκωμίων Ὠδή » ὁλοκληρώσαμε τήν προσπάθειά μας νἀ παρουσιάσωμε τήν « Μεγάλη Βουλή τοῦ Θεοῦ », τήν ὁποία προσπάθεια θά θεωρούσαμε πετυχημένη, ἄν ἔστω καί μιά ψυχή ὠφεληθεῖ ἀπό αὐτήν.   

 

Εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

«Ὑπουργόν» τῆς Μεγάλης Βουλῆς τοῦ Θεοῦ,

Ἧς ἡ ἀκροστιχὶς  (Α – Ω)  x 3.

 Ἀλεξάνδρου τῇ θυγατρὶ Ἀθηνᾷ.

1 – 96 (98) στροφὲς

Ἦχος πλάγιος τοῦ Δευτέρου. Πα.

«Μεθ’ ἡμῶν ὁ Θεός»

 

Μήτηρ τοῦ Ὑψίστου Θεοῦ·

Ὠδὴν ἐγκωμίων ἀναγράφω Σοι,

ἴσχυσον τὴν γραφίδα μου

καὶ φώτισόν μου τὴν διάνοιαν.

 

1) Ἄγκυραν· ἄγκυραν βεβαίαν.

Ἄγκυραν ἐλπίδος, ἄγκυραν πίστεως,

ἄγκυραν σωτηρίας τῶν πιστῶν,

εἶδόν Σε οἱ Πατέρες ἡμῶν.

 

 

2) Ἀνοικτήριον θυρῶν τοῦ Παραδείσου,

Παντάνασσα Σὺ δέδειξαι

τῷ ῶχράντῳ τόκῳ Σου, ἁγνή,

ἄρασα ἀράν προγονικήν.

 

3) Ἀπειρόγαμε Μήτηρ τοῦ Θεοῦ·

ἀπείρανδρε, ἀμόλυντε,

ἀειπάρθενε, ἄχραντε,

φύλαττε ἡμᾶς τοῦ Πονηροῦ.

 

4) Βασίλισσα Σὺ τοῦ κόσμου,

παντάνασσα, πανύμνητε,

στερρὸν φυλακτήριον,

φύλαττε τοὺς προστρέχοντας εἰς Σέ.

 

5) Βίβλον  Σε, ἁγνή τοῦ Χριστοῦ·

Βίβλον τοῦ Λόγου, βίβλον ἔμψυχον,

ἐσφραγισμένην τε Πνεύματι,

ἐξύμνησαν οἱ Πατέρες ἡμῶν.

 

6) Βοήθεια καὶ Προστασία·

τοῦ Ἒθνους ἀμυντήριον,

τείχισμα Σύ τό ἂρρηκτον,

ἐδείχθης ἐν πολέμοις ἀεί.

 

7) Γένος ἠλευθέρωται βροτῶν,

τῷ τόκῳ Σου, Παντάνασσα,

δεσμῶν ἀρᾶς προγονικῆς·

δεινῶν τε και κακῶν ἐλευθέρωσον ἡμᾶς.

 

8) Γέφυρα βεβαία, ἀσφαλὴς·

Γέφυρα στερρά, ἀκράδαντος,

Γέφυρα πρὸς ἀέναον ζωήν,

γεφύρωσον τὴν ἄβυσσον ἡμῖν.

 

9) Γρήγορος εἶ βοήθεια

καὶ ἐν κινδύνοις ἄλειπτος,

Ὑπέρμαχος τοῦ Ἔθνους Σου ἀεί,

σώσασα ἡμᾶς ὀρδῶν βαρβαρικῶν.

 

10)    Δάμαλις, ἀπείρανδρε, ἐδείχθης·

Δάμαλις τὸν μόσχον τὸν ἄμωμον

εἰς βρῶσιν τέξασα πιστῶν·

σίτησον τοὺς πιστούς Σου, ἁγνή.

 

11) Δένδρον ἀγλαόκαρπον ἁγνὴ·

Δένδρον τό βλαστῆσαν τοῖς πιστοῖς

καρπόν τῆς ἀενάου ζωῆς,

εἶδόν Σε οἱ Πατέρες ἡμῶν.

 

12) Δέσποινα τῶν πιστῶν τοῦ κόσμου,

Δοχεῖον τοῦ ἀστέκτου πλαστουργοῦ,

χωρίον τοῦ ἀπείρου Σου Θεοῦ,

ξένισον καὶ σκέπασον ἡμᾶς.

 

13) Εἰ γὰρ καὶ ἠλεήθημεν

καὶ πάλιν ἠνομήσαμεν,

δειχθέντες ἀγνώμονες ὡς πρίν·

πρέσβευε τοῦ σωθῆναι ἡμᾶς.

 

14) Εἰρήνης Σύ τέτοκας Θεὸν,

θεογεννῆτορ, παντὶ τῷ λαῷ

τὴν ἂνωθεν εἰρήνην δωρούμενον·

πρέσβευε τοῦ εἰρηνεῦσαι ἡμᾶς.

 

15) Ἐνδιαίτημα, οἶκος καὶ Παλάτιον,

Ναός Σὺ τοῦ ἀπείρου Σου Θεοῦ,

τούς πάντας ξενίζουσα ἁγνή·

ξένισον καὶ σκέπασον ἡμᾶς.

 

16) Ζῆλόν τε καὶ ζέσιν ψυχῆς

προθυμίαν καὶ μίμησιν Χριστοῦ

ἒνθου, Παντάνασσα, καί  νῦν

πάντων ταῖς διανοίαις τῶν πιστῶν.

 

17) Ζωοδότην τέτοκας Υἱὸν

ἡμῖν τοῖς θανοῦσιν ἀμώμητε,

Κύριον, τῶν πάντων τήν ζωήν,

πρέσβευε τοῦ ζωῶσαι ἡμᾶς.

 

18) Ζωοδόχος ὂντως Σὺ πηγὴ,

ἐν ἀγκάλαις φέρουσα πηγήν τῆς ζωῆς

Χριστὸν τὸν Υἱόν τοῦ Θεοῦ·

ζώωσον καὶ σκέπασον ἡμᾶς.

 

19) Ἥδυσμα τερπνότατον Θεοῦ·

τὸ τῶν ἀγγέλων ἀσίγητον ᾆσμα

καὶ τῶν πιστῶν ἐγκαλλώπισμα,

ἣδυνον ἡμῶν τοὺς λογισμούς.

 

20) Ἡλίανθε Μῆτερ, ἁγνή,

ταῖς ἀρετῶν ἀρώμασι

καὶ μύροις βιωμάτων Σου,

μύρωσαν καὶ ἡμῶν τοὺς λογισμούς.

 

21) Ἥλιον τῆς δικαιοσύνης,

τόν ἀβασίλευτον Ἥλιον, Χριστόν,

φῶς τὸ ἀνέσπερον καί ἀείδιον,

τέτοκας, Παναγία, ἡμῖν.

 

22) Θάλασσαν, Μῆτερ εὐλογημένη·

τόν Φαραώ ποντίσασαν

καὶ μηδενίσασαν αὐτὸν,

εἶδόν Σε οἱ Πατέρες ἡμῶν.

 

23) Θεομήτορα καὶ θεόπαιδα κόρην,

Θεογεννήτριαν, θεόνυμφον,

ὑμνοῦμέν Σε, Παντάνασσα Ἁγνή,

πάλι οἱ πιστοί Σου θερμῶς.

 

24) Θρόνος τοῦ Ὑψίστου Σύ, ἁγνὴ·

θρόνος ἅγιος, Ναὸς καὶ Παλάτιον,

ἐν ἀγκάλαις Σου χωρήσασα

τόν ἐν παντί ἀχώρητον.

 

25) Ἰατρεῖον τό ἄμισθον·

ἰατρεῖον καί βέβαιον

ἀνεδείχθη ἡ Σκέπη Σου, ἁγνή·

ἴασαι τοὺς προσφεύγοντας εἰς Σέ.

 

26) Ἰλαστήριον Σὺ εἶ τοῦ κόσμου,

τόπος ἁγιάσματος, οἶκος τοῦ Θεοῦ,

θεραπευτήριον το ἃγιον,

ἳλαθι τοῖς προσφεύγουσιν εἰς Σέ.

 

27) Ἰσχὺν ἀκαταμάχητον,

κραταίωμα καὶ δύναμιν

τό ἄσειστον τε τείχισμα

εἴδομεν, Θεοτόκε, ἐν Σοί.

 

28) Κάμινον, Θεοτόκε, νοητήν,

ἐν τῇ γαστρί Σου ὃλον με

ἀναπλάσασαν καὶ διασώσασαν,

κατανοοῦμέν Σε πάντες οἱ πιστοί.

 

29) Κογχύλην Σε τὴν ἔμψυχον,

πορφύραν ἐξ αἱμάτων Σου βάψασαν

τῷ Βασιλεῖ τῶν δυνάμεων, ἁγνή,

ἐξύμνησαν  ὠδῶν οἱ ποιηταί.

 

30) Κυρία καί Παντάνασσα,

Βασίλισσα καὶ Δέσποινα,

κόρη ἂφθορε, θεονύμφευτε,

δέξου τήν ἐγκωμίων Σου ᾠδήν.

 

31) Λαμπὰς εἶ ἀείφωτος, Θεοτόκε,

Λυχνία φαεινή καί ἄσβεστος,

τὸν ἀβασίλευτον Μέγαν Ἥλιον

πᾶσιν ἀπαυγάσασα Χριστόν.

 

32) Λιμὴν εἶ παρακλήσεως, Ἁγνὴ·

λιμὴν καί σωτηρίας βέβαιος,

τῆς ἀσφαλείας ὁ Λιμήν,

λιμένισον τὸ σκάφος καὶ ἡμῶν.

 

33) Λουτὴρ ὁ ἀκόρεστος καί ὁ ἀκένωτος,

λουτήρ ὁ ἀείρρυτος καὶ ἀνέκλειπτος,

ἐκπλύνων συνειδήσεις ὁ λουτήρ,

ἔκπλυνον καὶ ἡμῶν τοὺς λογισμούς.

 

34) Μεσίτρια  καὶ πρέσβις πρὸς Θεὸν·

μεσίτρια θερμή, ἀδιάλειπτος,

πρέσβειρα ἀκαταίσχυντος

πρέσβευε τοῦ σωθῆναι ἡμᾶς.

 

35) Μῆτερ τοῦ Θεοῦ,  Μῆτερ ἁγνή,

Μῆτερ ἀνύμφευτε καί ἀπείρανδρε

ἐλέει τοῦ Υἱοῦ Σου καί Θεοῦ

σκέπε, φρούρει, φύλαττε ἡμᾶς.

 

36) Μύρον τὸ πολύτιμον, Θεοτόκε,

θυμίαμα τερπνόν τε καί εὔοσμον

ἄνθος τὸ ἀμάραντον καί ἡδύπνοον,

εἶδόν Σε ᾠδῶν οἱ ποιηταί.

 

37) Ναὸν Θεοῦ Σε ἔμψυχον, ἁγνή,

καθαρώτατον, Θεοτόκε, Ναόν,

δοχεῖον τοῦ ἀστέκτου πλαστουργοῦ,

πάντες νῦν γεραίρομεν πιστοί.

 

38) Νεφέλην ὁλόφωτον, νεφέλην τε τήν κούφην,

τὴν τοὺς πιστοὺς σκιάζουσαν, ἁγνή,

καὶ ζωῆς τὸν αὐχμὸν τὴν δροσίζουσαν,

εἶδόν Σε οἱ Πατέρες ἡμῶν.

 

39) Νύμφη ἀνύμφευτε Παρθένε,

μῆτερ ἀπείρανδρε, Θεοτόκε,

σκεῦος ἐκλογῆς τὸ καθαρώτατον,

ἔκπλυνον, καθάρισον ἡμᾶς.


40) Ξένος Σου ὁ Τόκος, ἁγνὴ·

ξενοπρεπῶς γὰρ Σύ ἐξένισας

τὸν πάντας ξενίζοντα Χριστόν,

ξένισον, διάσωσον ἡμᾶς.

 

41) Ξηρανθεῖσα ἔρημος τὸ πρίν

ἐξήνθησε τῷ τόκῳ Σου Ἐκκλησία,

καὶ ξενίζει πάλιν αὓτη ἀεὶ

πάντας τοὺς προσφεύγοντας εἰς Σέ.

 

42) Ξύλον Σε εὐσκιόφυλλον, ἁγνὴ,

ξύλον εὔκαρπον, ξύλον ζωηφόρον,

καρπὸν ζωῆς τὴν βλαστήσασαν,

εἴδομεν ἡμεῖς πάντες οἱ πιστοί.

 

43) Ὅπλον εἰρήνης, Θεοτόκε,

ὅπλον ἀρραγές, ἀκαταμάχητον

καὶ ἐν κινδύνοις ἀπροσμάχητον

εὗρε Σὲ ἀεὶ τὸ Ἔθνος ἡμῶν.

 

44) Ὅρος Σὺ ἀλάξευτον Θεοτόκε,

ὅρος τὸ κατάσκιον, ὅρος τε δασύ,

τετυρωμένον ἐν Πνεύματι·

τύρωσον, στερέωσον ἡμᾶς.

 

45) Ὄχημα τοῦ Λόγου Πυρίμορφον,

ὄχημά, Σε, ἅγιον τοῦ Ὑψίστου,

θρόνον τοῦ Θεοῦ χερουβικὸν,

ὑμνοῦμέν Σε, Παρθένε, οἱ πιστοί.

 

46) Παλάτιον τοῦ Λόγου Σύ τερπνόν,

θρόνος τοῦ Παντάνακτος, πόλις τοῦ Θεοῦ,

παστὰς ἀμόλυντος, ἂχραντος παστάς,

Ναός εἶ τοῦ Νυμφίου Σου Χριστοῦ.

 

47) Πέτρα τῆς ζωῆς Σύ Θεοτόκε,

τὸ ὕδωρ ἡ πηγάσασα τὸ ζῶν,

τό  ἀείρροον καί ἀκένωτον,

πότισον καὶ ζώωσιν ἡμᾶς.

 

48) Πύλη ἡ οὐράνιος, πύλη ἡ μόνη

ἀνατολάς ἡ προσβλέπουσα

καί τὸν Ἥλιον ἡ προσδέξασα,

πρόσδεξαι προσφερομένην Σοι ᾠδήν.

 

49) Ράβδον Ἀαρών, ράβδον Ἰεσαί,

Χριστὸν ἡ τὴν βλαστήσασαν,

ξύλον τῆς ζωῆς, τό εὒκαρπον,

εἶδόν Σε, ἁγνή, οἱ Πατέρες ἡμῶν.

 

50) Ράβδον Σέ θεόφυτον, Θεοτόκε,

ράβδον καὶ θεόβλαστον, ἁγνή,

καρπὸν τῆς ἀφθαρσίας βλαστήσασαν

ἐξύμνησαν οἱ Πατέρες ἡμῶν.

 

51) Ράβδος εἶ μυστική, ράβδος καί ἁγία,

τὸ ἄνθος ἑξανθήσασα Χριστὸν,

πηγήν τῆς ἀενάου ζωῆς,

διά τό σῶσαι πάντας ἡμᾶς.

 

52) Σκέπη, Θεοτόκε, τῶν πιστῶν,

πλατυτέρα νεφέλης, Σκέπη κραταιά,

ἀσφαλής τε καί ἀκράδαντος,

σκέπασον τὸ Ἔθνος Σου καὶ νῦν.

 

53) Σκεῦος ἐκλογῆς  τό πολύτιμον,

Σκεῦος ἃγιον, καθαρώτατον,

μύρον εἰσδεξάμενον τὸ ἀκένωτον,

μύρωσον τοὺς πιστούς Σου, ἁγνή.

 

54) Σκηνὴ τοῦ Λόγου ἁγία·

σκηνὴ οὐράνιος, Θεὸν ἡ ξενίσασα,

τὸ σκήνωμα τό ἄχραντον,

σκήνωσον ἡμῖν τοῖς πιστοῖς Σου ἁγνή.

 

55) Ταμεῖον Σὺ τῆς χάριτος, ἁγνή,

ταμεῖον Σύ τῶν ἀρετῶν καί πλούσιον,

ταμεῖον ἀνέκλειπτον καί ἀκένωτον,

σίτησον, Θεοτόκε, καί ἡμᾶς.

 

56) Τεῖχος Σύ τὸ ἀκράδαντον

τεῖχος καί ἀπροσμάχητον,

τεῖχος ἄρρηκτον καί ἀπόρθητον,

τείχισον τὸ Ἔθνος Σου καὶ νῦν.

 

57) Τροφὸν Σε, Θεοτόκε, τῆς ζωῆς,

τροφὸν καὶ τῆς ζωῆς ἡμῶν ἀνέκλειπτον,

πρέσβειραν προς Θεός ἀκαταίσχυντον,

εἶδόν Σε οἱ Πατέρες ἡμῶν.

 

58) Ὕδωρ, Σε Θεοτόκε,  καὶ πηγὴν·

ὕδωρ τὸ ζωήρρυτον, ὕδωρ σωτήριον,

Ζωοδόχον πηγήν, τήν  ἀέναον,

ἐξύμνησαν ᾠδῶν οἱ ποιηταί.

 

59) Ὑπεραγίαν, ὑπερευλογημένην

ὑπερδεδοξασμένην Σε, θεόνυμφε,

καὶ Χερουβίμ ὑψηλοτέραν,

ἐξύμνησαν οἱ Πατέρες ἡμῶν.

 

60) Ὑπουργὸς Συ, ἁγνή, καὶ ἰατρὸς·

Ἰὸν  γὰρ ἀφ’ ἡμῶν ἐξετίναξας

τοῦ ἰοβόλου, Θεοτόκε, ὄφεως

κυήσασα ἰατῆρα τόν Χριστόν.

 

61) Φρέαρ καὶ ἀνέκλειπτος πηγὴ·

πηγὴ εἶ ἰαμάτων, ἀκένωτος πηγὴ,

πηγὴν γὰρ τῆς ἀενάου ζωῆς,

τέτοκας, Πανάχραντε, Χριστόν.

 

62) Φυλακτήριον,  φωτοτόκε·

τεῖχος, καταφύγιον, χαράκωμα,

καὶ τῶν πιστῶν Σὺ ὀχύρωμα,

φύλαττε τὸ Ἔθνος Σου, ἀεί.

 

63)    Φωτοδόχον Σέ λαμπάδα,

φωτός τήν Μητέρα ὑμνοῦμεν οἱ πιστοί,

ὅτι τὸν Μέγαν Ἥλιον ἐδέξω ἐν γαστρί·

φώτισον, Παναγία, καί ἡμᾶς.

 

64)    Χαράκωμα, ὀχύρωμα, Ἁγνή,

περιτείχισμα ἂσειστον, ἂρρηκτον,

σκέπη βεβαία, ἀσφαλὴς καί ἂτρητος

τῷ ἒθνει Σου, Παντάνασσα, ἐδείχθης ἀεί.

 

65)    Χαρά καὶ δοχεῖον Σύ χαρᾶς·

χαρᾶς αἰτία, παγκόσμιος χαρὰ,

ὅτι τῷ τόκῳ Σου, Πανύμνητε,

τὰ Σύμπαντα πεπλήρωται χαρᾶς.

 

66)    Χώραν ἀνήροτον, ἁγνή·

χώραν ἀγεώργητον,χώραν θείαν,

ζωῆς καρπὸν τὴν βλαστήσασαν,

πάντες Σε κατείδομεν πιστοί.

 

67)    Ψάμμος, ἁγνή, καὶ τῆς θαλάσσης

οὐκ ἀρκέσει μετρηθῆναι ἅπασα

ἀρετῶν Σου τῷ πλήθει, πανύμνητε,

Παντάνασσα, Παρθένε, Σεμνή.

 

68)    Ψόγον καὶ μῶμον, Παρθένε, ἐν Σοί

οὐκ εὗρον  οὐδ’ ἕνα, Ἀγαθή,

πλήθη ἀπίστων τὰ βλάσφημα,

ὅτι ἀεί Παναγία ἔμεινας.

 

69)    Ψυχοστόλος Σύ ἡ βεβαία,

ἂγουσα ψυχάς πρὸς ἀέναον ζωήν,

ἀκήρατε, τῶν πιστῶν Σου ψυχάς,

ψύχωσον, Παναγία, καὶ ἡμᾶς.

 

70)    Ὠδὴν Σοι καὶ ἒπαινον, Παρθένε,

ᾆσμα τε τερπνὸν ᾂσομαι ἐγώ

ἐν πάσαις ταῖς ἡμέραις μου,

ὅτι καὶ ὠφέλιμόν ἐστι.

 

71)    Ὠκεανοὶ καὶ θάλασσαι καὶ ποταμοὶ

ἡττῶνται, Σεμνή, Παμμακάριστε,

πλήθει τῶν οἰκτιρμῶν Σου μετρώμενοι,

ὡς εἶπον οἱ Πατέρες ἡμῶν.

 

72)    Ὠφέλημα τρισμέγιστον, Ἁγνή·

ὠφέλεια καὶ ἀπροσμέτρητος,

οἱ οἰκτιρμοί Σου Παμμακάριστε,

ἐδείχθησαν τοῖς πιστοῖς Σου ἀεί.

 

73)    Ἀειπάρθενος Σύ Θεοτόκε·

Παρθένος πρὸ τοῦ τόκου Σου,

Παρθένος καὶ ἐν τῷ τόκῳ,

καὶ μετὰ τόκον πάλιν Παρθένος μείνασα.

 

74)    Λυχνία Σύ  καί ἂστρον καί αὐγή·

λυχνία φωτοφόρος, λυχνία ἄσβεστος,

τον Ἣλιον αὐγάζουσα Χριστὸν,

φώτισον τούς ὑμνοῦντάς Σε ἀεί.

 

75)    Ἐγκαλλώπισμα πιστῶν, Εὐλογημένη,

ἐγκαλλώπισμα, ἂνθος εὐωδέστατον,

πατριαρχῶν ὂντως τὴν καλλονήν,

εἶδίν Σε, Ἁγνή, ᾠδῶν οἱ ποιηταί.

 

76)    Ξένη Σου ἡ Σύλληψις, Ἁγνή,

ξένη καὶ ἡ κύησις, Θεοτόκε,

καὶ πάλιν ξένος ὁ τόκος Σου·

φώτισόν μου τὴν διάνοιαν.

 

77)    Ἄγγελος τῆς Μεγάλης Βουλῆς,

ἄγγελος ὁ Τόκος Σου, ἂχραντε,

δικαιοσύνης Ἥλιος, ἀβασίλευτος,

ἐπέφανε τοῦ φωτίσαι ἡμᾶς.

 

78)    Νέον Ἀδὰμ, ἄγγελον τῆς εἰρήνης,

παιδίον νέον τέτοκας, ἁγνή,

κόσμον εἰρηνεύσαντα καὶ φωτίσαντα,

φώτισον, εἰρήνευσον ἡμᾶς.

 

79)    Διαβιοῦσιν ἐν σκότει καὶ σκιᾷ

φῶς ἔλαμψε τοῖς πᾶσιν ἡμῖν,

φῶς ἄσβεστον τοῦ Υἱοῦ Σου, ἀγαθή,

πάντας τό φωτίζον τοὺς πιστούς.

 

80)    Ρόδον τὸ ἀμάραντον, Σύ Θεοτόκε,

μῆλον τε τὸ εὔοσμον ἡ τέξασα,

καί βότρυν τόν πέπειρον ἡ γεωργήσασα,

πλήρωσον εὐωδίας τοὺς πιστούς.

 

81)    Ὄρθρος φαεινὸς Σύ, Θεοτόκε,

τὸν Ἥλιον ἡ φάνασα, τὸν ἀβασίλευτον,

ἀπείρανδρε καί ἀειπάρθενε,

φώτισον τήν διάνοιαν ἡμῶν.


82)    Ὑπερτέρα πάντων πέφηνας, ἁγνὴ,

οὐρανῶν ὑψηλοτέρα ὑπάρχουσα,

καὶ ἀγγέλων ὄντως ἐνδοξωτέρα,

ὕψωσον Παντάνασσα ἡμᾶς.

 

83)    Τόμος εἶ ἀκήρατε, ἂχραντε, Θεοτόκε,

Βίβλος ἐν ᾗ γέγραπται ὁ Λόγος τοῦ Πατρός,

ὁ δι’ ἡμᾶς ἐκ Σοῦ ἀφράστως σαρκωθείς,

σῶσαι τὸ ἀνθρώπινον ἀρᾶς προγονικῆς.

 

84)    Ἡγίασας, ἐλάμπρυνας τὰ Σύμπαντα, Ἁγνή,

δικαιοσύνης  Ἥλιον, τόν Λόγον τοῦ πατρός,

ἀπειράνδρως τέξασα, παντάνασσα, ἡμῖν,

καί  λύσασα τόν ἂνθρωπον δεσμῶν προγονικῶν.

 

85)    Θεόνυμφον, θεόπαιδα καὶ θεοδόχον κόρην

ὑμνοῦμεν Σε πιστοί, ὅτι Θεὸν εἰρήνης

τόν κόσμον εἰρηνεύσαντα, Λόγον τοῦ Πατρός,

ἀειπάρθενε καί ἀπείρανδρε, τέτοκας ἡμῖν.

 

86)    Ὑπερευλογημένη, Ὑπερδεδοξασμένη,

Ὑπέρμαχε Στρατηγέ, ὑπέροπλε δύναμις,

Ὑψηλοτέρα οὐρανῶν, ὑπουργέ τῶν ἀγαθῶν,

παντοίων κινδύνων φύλαττε τὸ ἒθνος Σου ἀεί.

 

87)Γένος τῶν βροτῶν· ν σκότει βιοῦντες καὶ σκιᾷ

τόν Μέγαν εὓρομεν Ἥλιον, τόν ἀβασίλευτον,

φῶς τό τῆς ἀληθείας, φῶς τό τῆς γνώσεως, ἁγνή,

τὸν Υἱόν Σου καὶ Θεόν, καί  Υἱόν τοῦ Πατρός.

 

88)    Ἀντίληψις, Ἁγνή, προσφύγιον καὶ προστασία·

Σκέπη, καταφύγιον, λιμὴν ὁ ἀχείμαστος,

Νεφέλη ὁλόφωτε τούς πιστούς ἐπισκιάζουσα,

σκέπασον, φώτισον καί ὁδήγησον ἡμᾶς.

 

89)    Τιμιωτέραν,  καὶ τῶν ἀγγέλων ἁγιωτέραν

ἐξύμνησάν Σε, Θεοτόκε, ὡς ἒπρεπεν θερμῶς,

ἐν πάσαις περιστάσεσι καί κινδύνοις δεινοῖς,

Πανάχραντε Παντάνασσα, οἱ Πατέρες ἡμῶν.

 

90)    Ρώμη κραταιὰ,  ἀκαταμάχητος δύναμις,

ἰσχὺς ἀπροσμάχητος, Στρατηγὸς Ὑπέρμαχος,

τὸ ἔθνος διαφύλαττε κινδύνων καί θλίψεων

ἀλώβητον, ἂτρωτον, ἀμάχητον, Ἁγνή.

 

91)    Ἱστὸς Σὺ ἐδείχθης θεόπλεκτος σαφῶς,

ἐν ᾧ καὶ στολὴν ὁ Υἱός Σου ἐξύφανεν,

ἣν καὶ ἐνδυσάμενος, ἀπείρανδρε, ἁγνή,

γένος τό ἀνθρώπινον ἠλευθέρωσε δεσμῶν.

 

92)    Ἄμπελος εἶ Σύ, ἀληθινή ἂμπελος, ἁγνή,

βλαστήσασα καρπὸν τῆς ζωῆς, τὸν βότρυν τὸν πέπειρον,

βότρυν τῆς ἀφθαρσίας, Χριστόν τόν Θεόν ἡμῶν

οἶνον στάζοντα ἡμῖν, οἶνον τῆς αἰωνίου ζωῆς.

 

93)    Θησαυρὸς Σὺ ἀνέκλειπτος, εὐλογημένη, ἁγνή

θησαυρὸς ἀδαπάνητος, θησαυρός ὁ ἀκένωτος,

θησαύρισμα, Σεμνή, καὶ ἀρετῶν τὸ ταμίευμα,

θησαύρισον, Παντάνασσα, πιστῶν Σου τάς ψυχάς.


94)    Ἣττηνται ἐν Σοί, ἀπειρόγαμε Παρθένε·

ἣττηνται τοῦ Ἔθνους Σου πάντες οἱ ἐχθροί,

πάντες ἀντικείμενοι, καὶ πάντες ἐπίβουλοι

ἣττηνται, Παντάνασσα, δυνάμει Σου δεινῶς.

 

95)    Νέκταρ τοῖς πιστοῖς, ἀγαθή, τό σωτήριον,

νέκταρ ἀδαπάνητον, νέκταρ τό πολύτιμον,

νέκταρ τῆς ζωῆς τὸ ἀκένωτον καί ἀνέκλειπτον

ἐπήγασας ἡμῖν, Παντάνασσα, Χριστόν, τό Θεόν.

 

96)    Ἀχραντε Πανύμνητε,  Θεοτόκε πάναγνε,

νύμφη τοῦ Θεοῦ, ἀνύμφευτε κόρη,

νύμφη ἀπειρόγαμε, τόν Ἣλιον ἡ τέξασα,

ὁδήγησον καί νῦν, Παντάνασσα, ἡμᾶς.

 

Μήτηρ τοῦ Θεοῦ,  ἁγνή, εὐλογημένη,

Μῆτηρ ἡμῶν τῶν πιστῶς δεομένων Σου,

πρόσδεξαι ἐγκωμίων τὴν ᾠδὴν,

καὶ φρούρησον ἀεί, Παντάνασσα, ἡμᾶς.